4.108 Βουδῖνοι δέ , ἔθνος ἐὸν μέγα καὶ πολλόν , γλαυκόν τε πᾶν ἰσχυρῶς ἐστι καὶ πυρρόν . Πόλις δὲ ἐν αὐτοῖσι πεπόλισται ξυλίνη , οὔνομα δὲ τῇ πόλι ἐστὶ Γελωνός · τοῦ δὲ τείχεος μέγαθος κῶλον ἕκαστον τριήκοντα σταδίων ἐστί , ὑψηλὸν δὲ καὶ πᾶν ξύλινον , καὶ αἱ οἰκίαι αὐτῶν ξύλιναι καὶ τὰ ἱρά . Ἔστι γὰρ δὴ αὐτόθι Ἑλληνικῶν θεῶν ἱρὰ ἑλληνικῶς κατεσκευασμένα ἀγάλμασί τε καὶ βωμοῖσι καὶ νηοῖσι ξυλίνοισι , καὶ τῷ Διονύσῳ τριετηρίδας ἀνάγουσι καὶ βακχεύουσι . Εἰσὶ γὰρ οἱ Γελωνοὶ τὸ ἀρχαῖον Ἕλληνες , ἐκ τῶν δὲ ἐμπορίων ἐξαναστάντες οἴκησαν ἐν τοῖσι Βουδίνοισι · καὶ γλώσσῃ τὰ μὲν Σκυθικῇ , τὰ δὲ Ἑλληνικῇ χρέωνται .
4.109 Βουδῖνοι δὲ οὐ τῇ αὐτῇ γλώσσῃ χρέωνται καὶ Γελωνοί , οὐδὲ δίαιτα αὐτή · οἱ μὲν γὰρ Βουδῖνοι ἐόντες αὐτόχθονες νομάδες τέ εἰσι καὶ φθειροτραγέουσι μοῦνοι τῶν ταύτῃ , Γελωνοὶ δὲ γῆς τε ἐργάται καὶ σιτοφάγοι καὶ κήπους ἐκτημένοι , οὐδὲν τὴν ἰδέην ὅμοιοι οὐδὲ τὸ χρῶμα . Ὑπὸ μέντοι Ἑλλήνων καλέονται καὶ οἱ Βουδῖνοι Γελωνοί , οὐκ ὀρθῶς καλεόμενοι . δὲ χώρη σφέων πᾶσά ἐστι δασέα ἴδῃσι παντοίῃσι · ἐν δὲ τῇ ἴδῃ τῇ πλείστῃ ἐστὶ λίμνη μεγάλη τε καὶ πολλὴ καὶ ἕλος καὶ κάλαμος περὶ αὐτήν . Ἐν δὲ ταύτῃ ἐνύδριες ἁλίσκονται καὶ κάστορες καὶ ἄλλα θηρία τετραγωνοπρόσωπα , τῶν τὰ δέρματα παρὰ τὰς σισύρνας παραρράπτεται , καὶ οἱ ὄρχιες αὐτοῖσί εἰσι χρήσιμοι ἐς ὑστερέων ἄκεσιν .