4.105 Νευροὶ δὲ νόμοισι μὲν χρέωνται Σκυθικοῖσι . Γενεῇ δὲ μιῇ πρότερόν σφεας τῆς Δαρείου στρατηλασίης κατέλαβε ἐκλιπεῖν τὴν χώρην πᾶσαν ὑπὸ ὀφίων · ὄφις γάρ σφι πολλοὺς μὲν χώρη ἀνέφαινε , οἱ δὲ πλέονες ἄνωθέν σφι ἐκ τῶν ἐρήμων ἐπέπεσον , ἐς πιεζόμενοι οἴκησαν μετὰ Βουδίνων τὴν ἑωυτῶν ἐκλιπόντες . Κινδυνεύουσι δὲ οἱ ἄνθρωποι οὗτοι γόητες εἶναι . Λέγονται γὰρ ὑπὸ Σκυθέων καὶ Ἑλλήνων τῶν ἐν τῇ Σκυθικῇ κατοικημένων ὡς ἔτεος ἑκάστου ἅπαξ τῶν Νευρῶν ἕκαστος λύκος γίνεται ἡμέρας ὀλίγας καὶ αὖτις ὀπίσω ἐς τὠυτὸ κατίσταται · ἐμὲ μέν νυν ταῦτα λέγοντες οὐ πείθουσι , λέγουσι δὲ οὐδὲν ἧσσον , καὶ ὀμνύουσι δὲ λέγοντες .
4.106 Ἀνδροφάγοι δὲ ἀγριώτατα πάντων ἀνθρώπων ἔχουσι ἤθεα , οὔτε δίκην νομίζοντες οὔτε νόμῳ οὐδενὶ χρεώμενοι . Νομάδες δέ εἰσι , ἐσθῆτά τε φορέουσι τῇ Σκυθικῇ ὁμοίην , γλῶσσαν δὲ ἰδίην ἱεῖσι , ἀνθρωποφαγέουσι δὲ μοῦνοι τούτων .
4.107 Μελάγχλαινοι δὲ εἵματα μὲν μέλανα φορέουσι πάντες , ἐπ’ ὧν καὶ τὰς ἐπωνυμίας ἔχουσι , νόμοισι δὲ Σκυθικοῖσι χρέωνται .