4.103 Τούτων Ταῦροι μὲν νόμοισι τοιοισίδε χρέωνται . Θύουσι μὲν τῇ Παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε · καταρξάμενοι ῥοπάλῳ παίουσι τὴν κεφαλήν . Οἱ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω ἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν , τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι · οἱ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι , τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι . Τὴν δὲ δαίμονα ταύτην τῇ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι . Πολεμίους δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε · ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία , ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν , μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης . Φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι . Ζώουσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου . ʹ
4.104 Ἀγάθυρσοι δὲ ἁβρότατοι ἄνδρες εἰσὶ καὶ χρυσοφόροι τὰ μάλιστα , Ἐπίκοινον δὲ τῶν γυναικῶν τὴν μίξιν ποιεῦνται , ἵνα κασίγνητοί τε ἀλλήλων ἔωσι καὶ οἰκήιοι ἐόντες πάντες μήτε φθόνῳ μήτ’ ἔχθεϊ χρέωνται ἐς ἀλλήλους . Τὰ δὲ ἄλλα νόμαια Θρήιξι προσκεχωρήκασι .