4.100 Τὸ δ’ ἀπὸ τῆς Ταυρικῆς ἤδη Σκύθαι τὰ κατύπερθε τῶν Ταύρων καὶ τὰ πρὸς θαλάσσης τῆς ἠοίης νέμονται , τοῦ τε Βοσπόρου τοῦ Κιμμερίου τὰ πρὸς ἑσπέρης καὶ τῆς λίμνης τῆς Μαιήτιδος μέχρι Τανάϊδος ποταμοῦ , ὃς ἐκδιδοῖ ἐς μυχὸν τῆς λίμνης ταύτης . Ἤδη ὦν ἀπὸ μὲν Ἴστρου τὰ κατύπερθε ἐς τὴν μεσόγαιαν φέροντα ἀποκληίεται Σκυθικὴ ὑπὸ πρώτων Ἀγαθύρσων , μετὰ δὲ Νευρῶν , ἔπειτα δὲ Ἀνδροφάγων , τελευταίων δὲ Μελαγχλαίνων .
4.101 Ἔστι ὦν τῆς Σκυθικῆς ὡς ἐούσης τετραγώνου , τῶν δύο μερέων κατηκόντων ἐς θάλασσαν , πάντῃ ἴσον τό τε ἐς τὴν μεσόγαιαν φέρον καὶ τὸ παρὰ τὴν θάλασσαν · ἀπὸ γὰρ Ἴστρου ἐπὶ Βορυσθένεα δέκα ἡμερέων ὁδός , ἀπὸ Βορυσθένεός τε ἐπὶ τὴν λίμνην τὴν Μαιῆτιν ἑτερέων δέκα · καὶ τὸ ἀπὸ θαλάσσης ἐς μεσόγαιαν ἐς τοὺς Μελαγχλαίνους τοὺς κατύπερθε Σκυθέων οἰκημένους εἴκοσι ἡμερέων ὁδός . δὲ ὁδὸς ἡμερησίη ἀνὰ διηκόσια στάδια συμβέβληταί μοι . Οὕτω ἂν εἴη τῆς Σκυθικῆς τὰ ἐπικάρσια τετρακισχιλίων σταδίων καὶ τὰ ὄρθια τὰ ἐς τὴν μεσόγαιαν φέροντα ἑτέρων τοσούτων σταδίων . μέν νυν γῆ αὕτη ἐστὶ μέγαθος τοσαύτη .
4.102 Οἱ δὲ Σκύθαι δόντες σφίσι λόγον ὡς οὐκ οἷοί τέ εἰσι τὸν Δαρείου στρατὸν ἰθυμαχίῃ διώσασθαι μοῦνοι , ἔπεμπον ἐς τοὺς πλησιοχώρους ἀγγέλους . Τῶν δὲ καὶ δὴ οἱ βασιλέες συνελθόντες ἐβουλεύοντο ὡς στρατοῦ ἐπιόντος μεγάλου · ἦσαν δὲ οἱ συνελθόντες βασιλέες Ταύρων καὶ Ἀγαθύρσων καὶ Νευρῶν καὶ Ἀνδροφάγων καὶ Μελαγχλαίνων καὶ Γελωνῶν καὶ Βουδίνων καὶ Σαυροματέων .