4.99 Τῆς δὲ Σκυθικῆς γῆς Θρηίκη τὸ ἐς θάλασσαν πρόκειται · κόλπου δὲ ἀγομένου τῆς γῆς ταύτης Σκυθική τε ἐκδέκεται καὶ Ἴστρος ἐκδιδοῖ ἐς αὐτήν , πρὸς εὖρον ἄνεμον τὸ στόμα τετραμμένος . Τὸ δὲ ἀπὸ Ἴστρου ἔρχομαι σημανέων τὸ πρὸς θάλασσαν αὐτῆς , τῆς Σκυθικῆς χώρης ἐς μέτρησιν . Ἀπὸ Ἴστρου αὕτη ἤδη ἀκταίη Σκυθική ἐστι , πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον κειμένη , μέχρι πόλιος Καρκινίτιδος καλεομένης · τὸ δὲ ἀπὸ ταύτης τὴν μὲν ἐπὶ θάλασσαν τὴν αὐτὴν φέρουσαν , ἐοῦσαν ὀρεινήν τε χώρην καὶ προκειμένην τὸ ἐς Πόντον , νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς Τρηχέης καλεομένης · αὕτη δὲ ἐς θάλασσαν τὴν πρὸς ἀπηλιώτην ἄνεμον κατήκει . Ἔστι γὰρ τῆς Σκυθικῆς τὰ δύο μέρεα τῶν οὔρων ἐς θάλασσαν φέροντα , τήν τε πρὸς μεσαμβρίην καὶ τὴν πρὸς τὴν ἠῶ , κατά περ τῆς Ἀττικῆς χώρης · καὶ παραπλήσια ταύτῃ καὶ οἱ Ταῦροι νέμονται τῆς Σκυθικῆς , ὡς εἰ τῆς Ἀττικῆς ἄλλο ἔθνος καὶ μὴ Ἀθηναῖοι νεμοίατο τὸν γουνὸν τὸν Σουνιακόν , μᾶλλον ἐς τὸν πόντον τὴν ἄκρην ἀνέχοντα , τὸν ἀπὸ Θορικοῦ μέχρι Ἀναφλύστου δήμου · λέγω δὲ ὡς εἶναι ταῦτα σμικρὰ μεγάλοισι συμβαλεῖν . Τοιοῦτο Ταυρική ἐστι . Ὃς δὲ τῆς Ἀττικῆς ταῦτα μὴ παραπέπλωκε , ἐγὼ δὲ ἄλλως δηλώσω · ὡς εἰ τῆς Ἰηπυγίης ἄλλο ἔθνος καὶ μὴ Ἰήπυγες ἀρξάμενοι ἐκ Βρεντεσίου λιμένος ἀποταμοίατο μέχρι Τάραντος καὶ νεμοίατο τὴν ἄκρην . Δύο δὲ λέγων ταῦτα πολλὰ λέγω παρόμοια τοῖσι ἄλλοισι ἔοικε Ταυρική .