4.98 Ταῦτα εἴπας καὶ ἀπάψας ἅμματα ἑξήκοντα ἐν ἱμάντι , καλέσας ἐς λόγους τοὺς Ἰώνων τυράννους ἔλεγε τάδε · ʹ Ἄνδρες Ἴωνες , μὲν πρότερον γνώμη ἀποδεχθεῖσα ἐς τὴν γέφυραν μετείσθω μοι , ἔχοντες δὲ τὸν ἱμάντα τόνδε ποιέετε τάδε · ἐπεάν με ἴδητε τάχιστα πορευόμενον ἐπὶ Σκύθας , ἀπὸ τούτου ἀρξάμενοι τοῦ χρόνου λύετε ἅμμα ἓν ἑκάστης ἡμέρης · ἢν δὲ ἐν τούτῳ τῷ χρόνῳ μὴ παρέω ἀλλὰ διεξέλθωσι ὑμῖν αἱ ἡμέραι τῶν ἁμμάτων , ἀποπλέετε ἐς τὴν ὑμετέρην αὐτῶν . Μέχρι δὲ τούτου , ἐπείτε οὕτω μετέδοξε , φυλάσσετε τὴν σχεδίην , πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι · ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε . ʹ Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἠπείγετο .