4.97 Δαρεῖος δὲ ὡς ἀπίκετο καὶ πεζὸς ἅμ’ αὐτῷ στρατὸς ἐπὶ τὸν Ἴστρον , ἐνθαῦτα διαβάντων πάντων Δαρεῖος ἐκέλευσε τούς τε Ἴωνας τὴν σχεδίην λύσαντας ἕπεσθαι κατ’ ἤπειρον ἑωυτῷ καὶ τὸν ἐκ τῶν νεῶν στρατόν . Μελλόντων δὲ τῶν Ἰώνων λύειν καὶ ποιέειν τὰ κελευόμενα Κώης Ἐρξάνδρου , στρατηγὸς ἐὼν Μυτιληναίων , ἔλεξε Δαρείῳ τάδε , πυθόμενος πρότερον εἴ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι παρὰ τοῦ βουλομένου ἀποδείκνυσθαι · ʹ βασιλεῦ , ἐπὶ γῆν γὰρ μέλλεις στρατεύεσθαι τῆς οὔτε ἀρηρομένον φανήσεται οὐδὲν οὔτε πόλις οἰκεομένη , σύ νυν γέφυραν ταύτην ἔα κατὰ χώρην ἑστάναι , φυλάκους αὐτῆς λιπὼν τούτους οἵ περ μιν ἔζευξαν . Καὶ ἤν τε κατὰ νόον πρήξωμεν εὑρόντες Σκύθας , ἔστι ἄποδος ἡμῖν , ἤν τε καὶ μή σφεας εὑρεῖν δυνώμεθα , γε ἄποδος ἡμῖν ἀσφαλής · οὐ γὰρ ἔδεισά κω μὴ ἑσσωθέωμεν ὑπὸ Σκυθέων μάχῃ , ἀλλὰ μᾶλλον μὴ οὐ δυνάμενοί σφεας εὑρεῖν πάθωμέν τι ἀλώμενοι . Καὶ τάδε λέγειν φαίη τις ἄν με ἐμεωυτοῦ εἵνεκεν , ὡς καταμένω · ἐγὼ δὲ γνώμην μὲν τὴν εὕρισκον ἀρίστην σοί , βασιλεῦ , ἐς μέσον φέρω , αὐτὸς μέντοι ἕψομαί τοι καὶ οὐκ ἂν λειφθείην . ʹ Κάρτα τε ἥσθη τῇ γνώμῃ Δαρεῖος καί μιν ἀμείψατο τοῖσδε · ʹ Ξεῖνε Λέσβιε , σωθέντος ἐμέο ὀπίσω ἐς οἶκον τὸν ἐμὸν ἐπιφάνηθί μοι πάντως , ἵνα σε ἀντὶ χρηστῆς συμβουλίης χρηστοῖσι ἔργοισι ἀμείψωμαι . ʹ