4.96 Ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγαίου οἰκήματος οὔτε ἀπιστέω οὔτε ὦν πιστεύω τι λίην , δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω . Εἴτε δὲ ἐγένετό τις Σάλμοξις ἄνθρωπος , εἴτ’ ἐστὶ δαίμων τις Γέτῃσι οὗτος ἐπιχώριος , χαιρέτω . Οὗτοι μὲν δὴ τρόπῳ τοιούτῳ χρεώμενοι ὡς ἐχειρώθησαν ὑπὸ Περσέων , εἵποντο τῷ ἄλλῳ στρατῷ .