4.95 Ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν Ἑλλήσποντον καὶ Πόντον οἰκεόντων Ἑλλήνων , τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι ἐν Σάμῳ , δουλεῦσαι δὲ Πυθαγόρῃ τῷ Μνησάρχου · ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι συχνά , κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ . Ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων , τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα κατὰ Θρήικας , οἷα Ἕλλησί τε ὁμιλήσαντα καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρῃ , κατασκευάσασθαι ἀνδρεῶνα , ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοὺς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται , ἀλλ’ ἥξουσι ἐς χῶρον τοῦτον ἵνα αἰεὶ περιεόντες ἕξουσι τὰ πάντα ἀγαθά . Ἐν δὲ ἐποίεε τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα , ἐν τούτῳ κατάγαιον οἴκημα ἐποιέετο . Ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα , ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη , καταβὰς δὲ κάτω ἐς τὸ κατάγαιον οἴκημα διαιτᾶτο ἐπ’ ἔτεα τρία . Οἱ δέ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα . Τετάρτῳ δὲ ἔτεϊ ἐφάνη τοῖσι Θρήιξι , καὶ οὕτω πιθανά σφι ἐγένετο τὰ ἔλεγε Σάλμοξις . Ταῦτά φασί μιν ποιῆσαι .