4.94 Ἀθανατίζουσι δὲ τόνδε τὸν τρόπον · οὔτε ἀποθνῄσκειν ἑωυτοὺς νομίζουσι ἰέναι τε τὸν ἀπολλύμενον παρὰ Σάλμοξιν δαίμονα · οἱ δὲ αὐτῶν τὸν αὐτὸν τοῦτον ὀνομάζουσι Γεβελέϊζιν . Διὰ πεντετηρίδος δὲ τὸν πάλῳ λαχόντα αἰεὶ σφέων αὐτῶν ἀποπέμπουσι ἄγγελον παρὰ τὸν Σάλμοξιν , ἐντελλόμενοι τῶν ἂν ἑκάστοτε δέωνται . Πέμπουσι δὲ ὧδε · οἱ μὲν αὐτῶν ταχθέντες ἀκόντια τρία ἔχουσι , ἄλλοι δὲ διαλαβόντες τοῦ ἀποπεμπομένου παρὰ τὸν Σάλμοξιν τὰς χεῖρας καὶ τοὺς πόδας , ἀνακινήσαντες αὐτὸν μετέωρον ῥιπτέουσι ἐς τὰς λόγχας . Ἢν μὲν δὴ ἀποθάνῃ ἀναπαρείς , τοῖσι δὲ ἵλεος θεὸς δοκέει εἶναι · ἢν δὲ μὴ ἀποθάνῃ , αἰτιῶνται αὐτὸν τὸν ἄγγελον , φάμενοί μιν ἄνδρα κακὸν εἶναι , αἰτιησάμενοι δὲ τοῦτον ἄλλον ἀποπέμπουσι . Ἐντέλλονται δὲ ἔτι ζώοντι . Οὗτοι οἱ αὐτοὶ Θρήικες καὶ πρὸς βροντήν τε καὶ ἀστραπὴν τοξεύοντες ἄνω πρὸς τὸν οὐρανὸν ἀπειλέουσι τῷ θεῷ , οὐδένα ἄλλον θεὸν νομίζοντες εἶναι εἰ μὴ τὸν σφέτερον . ʹ