4.91 Ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος Δαρεῖος ὡς ἐστρατοπεδεύσατο , ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα , γράμματα ἐγγράψας λέγοντα τάδε · ʹ Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν · καὶ ἐπ’ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστός τε καὶ κάλλιστος πάντων ἀνθρώπων , Δαρεῖος Ὑστάσπεος , Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς . ʹ Ταῦτα δὴ ἐνθαῦτα ἐγράφη .
4.92 Δαρεῖος δὲ ἐνθεῦτεν ὁρμηθεὶς ἀπίκετο ἐπ’ ἄλλον ποταμὸν τῷ οὔνομα Ἀρτησκός ἐστι , ὃς διὰ Ὀδρυσέων ῥέει . Ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ἀπικόμενος ἐποίησε τοιόνδε · ἀποδέξας χωρίον τῇ στρατιῇ ἐκέλευε πάντα ἄνδρα λίθον ἕνα παρεξιόντα τιθέναι ἐς τὸ ἀποδεδεγμένον τοῦτο χωρίον . Ὡς δὲ ταῦτα στρατιὴ ἐπετέλεσε , ἐνθαῦτα κολωνοὺς μεγάλους τῶν λίθων καταλιπὼν ἀπήλαυνε τὴν στρατιήν .
4.93 Πρὶν δὲ ἀπικέσθαι ἐπὶ τὸν Ἴστρον , πρώτους αἱρέει Γέτας τοὺς ἀθανατίζοντας . Οἱ μὲν γὰρ τὸν Σαλμυδησσὸν ἔχοντες Θρήικες καὶ ὑπὲρ Ἀπολλωνίης τε καὶ Μεσαμβρίης πόλιος οἰκημένοι , καλεόμενοι δὲ Σκυρμιάδαι καὶ Νιψαῖοι , ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν Δαρείῳ · οἱ δὲ Γέται πρὸς ἀγνωμοσύνην τραπόμενοι αὐτίκα ἐδουλώθησαν , Θρηίκων ἐόντες ἀνδρηιότατοι καὶ δικαιότατοι .