4.89 Δαρεῖος δὲ δωρησάμενος Μανδροκλέα διέβαινε ἐς τὴν Εὐρώπην , τοῖσι Ἴωσι παραγγείλας πλέειν ἐς τὸν Πόντον μέχρι Ἴστρου ποταμοῦ , ἐπεὰν δὲ ἀπίκωνται ἐς τὸν Ἴστρον , ἐνθαῦτα αὐτὸν περιμένειν , ζευγνύντας τὸν ποταμόν · τὸ γὰρ δὴ ναυτικὸν ἦγον Ἴωνές τε καὶ Αἰολέες καὶ Ἑλλησπόντιοι . μὲν δὴ ναυτικὸς στρατὸς τὰς Κυανέας διεκπλώσας ἔπλεε ἰθὺ τοῦ Ἴστρου , ἀναπλώσας δὲ ἀνὰ ποταμὸν δυῶν ἡμερέων πλόον ἀπὸ θαλάσσης τοῦ ποταμοῦ τὸν αὐχένα , ἐκ τοῦ σχίζεται τὰ στόματα τοῦ Ἴστρου , ἐζεύγνυε . Δαρεῖος δὲ ὡς διέβη τὸν Βόσπορον κατὰ τὴν σχεδίην , ἐπορεύετο διὰ τῆς Θρηίκης , ἀπικόμενος δὲ ἐπὶ Τεάρου ποταμοῦ τὰς πηγὰς ἐστρατοπεδεύσατο ἡμέρας τρεῖς .
4.90 δὲ Τέαρος λέγεται ὑπὸ τῶν περιοίκων εἶναι ποταμῶν ἄριστος τά τε ἄλλα τὰ ἐς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποισι ψώρην ἀκέσασθαι . Εἰσὶ δὲ αὐτοῦ αἱ πηγαὶ δυῶν δέουσαι τεσσεράκοντα , ἐκ πέτρης τῆς αὐτῆς ῥέουσαι · καὶ αἱ μὲν αὐτέων εἰσὶ ψυχραί , αἱ δὲ θερμαί . Ὁδὸς δ’ ἐπ’ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ , δυῶν ἡμερέων ἑκατέρη . Ἐκδιδοῖ δὲ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν , δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην , δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον , δὲ ἐς θάλασσαν τὴν παρ’ Αἴνῳ πόλι .