4.87 δὲ Δαρεῖος , ὡς ἐθεήσατο τὸν Πόντον , ἔπλεε ὀπίσω ἐπὶ τὴν γέφυραν , τῆς ἀρχιτέκτων ἐγένετο Μανδροκλέης Σάμιος . Θεησάμενος δὲ καὶ τὸν Βόσπορον στήλας ἔστησε δύο ἐπ’ αὐτοῦ λίθου λευκοῦ , ἐνταμὼν γράμματα ἐς μὲν τὴν Ἀσσύρια , ἐς δὲ τὴν Ἑλληνικά , ἔθνεα πάντα ὅσα περ ἦγε · ἦγε δὲ πάντα τῶν ἦρχε . Τούτων μυριάδες ἐξηριθμήθησαν , χωρὶς τοῦ ναυτικοῦ , ἑβδομήκοντα σὺν ἱππεῦσι , νέες δὲ ἑξακόσιαι συνελέχθησαν . Τῇσι μέν νυν στήλῃσι ταύτῃσι Βυζάντιοι κομίσαντες ἐς τὴν πόλιν ὕστερον τούτων ἐχρήσαντο πρὸς τὸν βωμὸν τῆς Ὀρθωσίης Ἀρτέμιδος , χωρὶς ἑνὸς λίθου · οὗτος δὲ κατελείφθη παρὰ τοῦ Διονύσου τὸν νηὸν ἐν Βυζαντίῳ γραμμάτων Ἀσσυρίων πλέος . Τοῦ δὲ Βοσπόρου χῶρος τὸν ἔζευξε βασιλεὺς Δαρεῖος , ὡς ἐμοὶ δοκέειν συμβαλλομένῳ , μέσον ἐστὶ Βυζαντίου τε καὶ τοῦ ἐπὶ στόματι ἱροῦ · Δαρεῖος δὲ μετὰ ταῦτα ἡσθεὶς τῇ σχεδίῃ τὸν ἀρχιτέκτονα αὐτῆς Μανδροκλέα τὸν Σάμιον ἐδωρήσατο πᾶσι δέκα . Ἀπ’ ὧν δὴ Μανδροκλέης ἀπαρχήν , ζῷα γραψάμενος πᾶσαν τὴν ζεῦξιν τοῦ Βοσπόρου καὶ βασιλέα τε Δαρεῖον ἐν προεδρίῃ κατήμενον καὶ τὸν στρατὸν αὐτοῦ διαβαίνοντα , ταῦτα γραψάμενος ἀνέθηκε ἐς τὸ Ἥραιον , ἐπιγράψας τάδε ·
4.88 Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης , αὑτῷ μὲν στέφανον περιθείς , Σαμίοισι δὲ κῦδος , Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν . Ταῦτα μέν νυν τοῦ ζεύξαντος τὴν γέφυραν μνημόσυνα ἐγένετο .