4.86 Μεμέτρηται δὲ ταῦτα ὧδε . Νηῦς ἐπίπαν μάλιστά κῃ κατανύει ἐν μακρημερίῃ ὀργυιὰς ἑπτακισμυρίας , νυκτὸς δὲ ἑξακισμυρίας . Ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος τοῦτο γάρ ἐστι τοῦ Πόντου μακρότατον ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ · αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται , ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοί εἰσι . Ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς κατὰ τοῦτο γάρ ἐστι τοῦ Πόντου εὐρύτατον τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται , στάδιοι δὴ τριηκόσιοι καὶ τρισχίλιοι . μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι , παρέχεται δὲ καὶ λίμνην Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ , Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου .