4.85 Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον , ἵνα ἔζευκτο γέφυρα , ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλεομένας , τὰς πρότερον πλαγκτὰς Ἕλληνές φασι εἶναι , ἱζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον , ἐόντα ἀξιοθέητον . Πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος , τοῦ τὸ μὲν μῆκος στάδιοί εἰσι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι , τὸ δὲ εὖρος , τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ , στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι . Τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι , μῆκος δὲ τοῦ στόματος αὐχήν , τὸ δὴ Βόσπορος κέκληται , κατ’ δὴ ἔζευκτο γέφυρα , ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι · τείνει δ’ ἐς τὴν Προποντίδα Βόσπορος . δὲ Προποντίς , ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων , μῆκος δὲ τετρακοσίων καὶ χιλίων , καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον , ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους , μῆκος δὲ τετρακοσίους . Ἐκδιδοῖ δὲ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται .