4.82 Θωμάσια δὲ χώρη αὕτη οὐκ ἔχει , χωρὶς ὅτι ποταμούς τε πολλῷ μεγίστους καὶ ἀριθμὸν πλείστους . Τὸ δὲ ἀποθωμάσαι ἄξιον καὶ πάρεξ τῶν ποταμῶν καὶ τοῦ μεγάθεος τοῦ πεδίου παρέχεται , εἰρήσεται · ἴχνος Ἡρακλέος φαίνουσι ἐν πέτρῃ ἐνεόν , τὸ ἔοικε μὲν βήματι ἀνδρός , ἔστι δὲ τὸ μέγαθος δίπηχυ , παρὰ τὸν Τύρην ποταμόν . Τοῦτο μέν νυν τοιοῦτό ἐστι , ἀναβήσομαι δὲ ἐς τὸν κατ’ ἀρχὰς ἤια λέξων λόγον .
4.83 Παρασκευαζομένου Δαρείου ἐπὶ τοὺς Σκύθας καὶ περιπέμποντος ἀγγέλους ἐπιτάξοντας τοῖσι μὲν πεζὸν στρατόν , τοῖσι δὲ νέας παρέχειν , τοῖσι δὲ ζευγνύναι τὸν Θρηίκιον Βόσπορον , Ἀρτάβανος Ὑστάσπεος , ἀδελφεὸς ἐὼν Δαρείου , ἐχρήιζε μηδαμῶς αὐτὸν στρατιὴν ἐπὶ Σκύθας ποιέεσθαι , καταλέγων τῶν Σκυθέων τὴν ἀπορίην . Ἀλλ’ , οὐ γὰρ ἔπειθε συμβουλεύων οἱ χρηστά , μὲν ἐπέπαυτο , δέ , ἐπειδή οἱ τὰ πάντα παρεσκεύαστο , ἐξήλαυνε τὸν στρατὸν ἐκ Σούσων . ʹ
4.84 Ἐνθαῦτα τῶν τις Περσέων Οἰόβαζος ἐδεήθη Δαρείου τριῶν ἐόντων οἱ παίδων καὶ πάντων στρατευομένων ἕνα αὐτῷ καταλειφθῆναι . δέ οἱ ἔφη ὡς φίλῳ ἐόντι καὶ μετρίων δεομένῳ πάντας τοὺς παῖδας καταλείψειν . μὲν δὴ Οἰόβαζος περιχαρὴς ἦν , ἐλπίζων τοὺς υἱέας στρατηίης ἀπολελύσθαι , δὲ κελεύει τοὺς ἐπὶ τούτων ἐπεστεῶτας ἀποκτεῖναι πάντας τοὺς Οἰοβάζου παῖδας . Καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο .