4.81 Πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷός τε ἐγενόμην ἀτρεκέως πυθέσθαι , ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον · καὶ γὰρ κάρτα πολλοὺς εἶναί σφεας καὶ ὀλίγους ὡς Σκύθας εἶναι . Τοσόνδε μέντοι ἀπέφαινόν μοι ἐς ὄψιν . Ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος , οὔνομα δέ οἵ ἐστι Ἐξαμπαῖος , τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι ἀπ’ ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν . Ἐν τούτῳ τῷ χώρῳ κεῖται χαλκήιον , μεγάθεϊ καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος , τὸν Παυσανίης Κλεομβρότου ἀνέθηκε · ὃς δὲ μὴ εἶδέ κω τοῦτον , ὧδε δηλώσω · ἑξακοσίους ἀμφορέας εὐπετέως χωρέει τὸ ἐν Σκύθῃσι χαλκήιον , πάχος δὲ τὸ Σκυθικὸν τοῦτο χαλκήιόν ἐστι δακτύλων ἕξ . Τοῦτο ὦν ἔλεγον οἱ ἐπιχώριοι ἀπὸ ἀρδίων γενέσθαι . Βουλόμενον γὰρ τὸν σφέτερον βασιλέα , τῷ οὔνομα εἶναι Ἀριάνταν , βουλόμενον τοῦτον εἰδέναι τὸ πλῆθος τὸ Σκυθέων κελεύειν μὲν πάντας Σκύθας ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀϊστοῦ κομίσαι · ὃς δ’ ἂν μὴ κομίσῃ , θάνατον ἀπείλεε . Κομισθῆναί τε δὴ χρῆμα πολλὸν ἀρδίων καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι · ἐκ τουτέων δέ μιν τὸ χαλκήιον ποιῆσαι τοῦτο καὶ ἀναθεῖναι ἐς τὸν Ἐξαμπαῖον τοῦτον . Ταῦτα δὴ περὶ τοῦ πλήθεος τοῦ Σκυθέων ἤκουον .