4.80 Ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ , οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην , γεγονότα ἐκ τῆς Τήρεω θυγατρός , ἐπανιστέατο τῷ Σκύλῃ . δὲ μαθὼν τὸ γινόμενον ἐπ’ ἑωυτῷ καὶ τὴν αἰτίην δι’ ἣν ἐποιέετο , καταφεύγει ἐς τὴν Θρηίκην . Πυθόμενος δὲ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην . Ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο , ἠντίασάν μιν οἱ Θρήικες , μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε · ʹ Τί δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι ; Εἶς μέν μεο τῆς ἀδελφεῆς παῖς , ἔχεις δέ μεο ἀδελφεόν . Σὺ δή μοι ἀπόδος τοῦτον καὶ ἐγώ σοι τὸν σὸν Σκύλην παραδίδωμι . Στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτ’ ἐγώ . ʹ Ταῦτά οἱ πέμψας Σιτάλκης ἐπεκηρυκεύετο · ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδῃ ἀδελφεὸς Σιτάλκεω πεφευγὼς τοῦτον . δὲ Ὀκταμασάδης καταινέει ταῦτα , ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρων Σιτάλκῃ ἔλαβε τὸν ἀδελφεὸν Σκύλην . Καὶ Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο , Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν . Οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι , τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι .