4.79 Ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι , ἐγένετο ἀπὸ προφάσιος τοιῆσδε . Ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι · μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον . Ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή , τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν · ἐς ταύτην θεὸς ἐνέσκηψε βέλος · καὶ μὲν κατεκάη πᾶσα , Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν . Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι · οὐ γάρ φασι οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους . Ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ Σκύλης , διεπρήστευσε τῶν τις Βορυσθενεϊτέων πρὸς τοὺς Σκύθας λέγων · ʹ Ἡμῖν γὰρ καταγελᾶτε , Σκύθαι , ὅτι βακχεύομεν καὶ ἡμέας θεὸς λαμβάνει · νῦν οὗτος δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε , καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται . Εἰ δέ μοι ἀπιστέετε , ἕπεσθε , καὶ ὑμῖν ἐγὼ δείξω . ʹ Εἵποντο τῶν Σκυθέων οἱ προεστεῶτες , καὶ αὐτοὺς ἀναγαγὼν Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε . Ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι , κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο , ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν .