4.78 Οὗτος μέν νυν οὕτω δὴ τι ἔπρηξε διὰ ξεινικά τε νόμαια καὶ Ἑλληνικὰς ὁμιλίας · πολλοῖσι δὲ κάρτα ἔτεσι ὕστερον Σκύλης Ἀριαπείθεος ἔπαθε παραπλήσια τούτῳ . Ἀριαπείθεϊ γὰρ τῷ Σκυθέων βασιλέϊ γίνεται μετ’ ἄλλων παίδων Σκύλης · ἐξ Ἰστριηνῆς δὲ γυναικὸς οὗτος γίνεται καὶ οὐδαμῶς ἐπιχωρίης , τὸν μήτηρ αὐτὴ γλῶσσάν τε Ἑλλάδα καὶ γράμματα ἐδίδαξε . Μετὰ δὲ χρόνῳ ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέος , Σκύλης δὲ τήν τε βασιληίην παρέλαβε καὶ τὴν γυναῖκα τοῦ πατρός , τῇ οὔνομα ἦν Ὀποίη . Ἦν δὲ αὕτη Ὀποίη ἀστή , ἐξ ἧς ἦν Ὄρικος Ἀριαπείθεϊ παῖς . Βασιλεύων δὲ Σκυθέων Σκύλης διαίτῃ μὲν οὐδαμῶς ἠρέσκετο Σκυθικῇ , ἀλλὰ πολλὸν πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο , ἐποίεέ τε τοιοῦτο . Εὖτε ἀγάγοι τὴν στρατιὴν τὴν Σκυθέων ἐς τὸ Βορυσθενεϊτέων ἄστυ οἱ δὲ Βορυσθενεῗται οὗτοι λέγουσι σφέας αὐτοὺς εἶναι Μιλησίους , ἐς τούτους ὅκως ἔλθοι Σκύλης , τὴν μὲν στρατιὴν καταλίπεσκε ἐν τῷ προαστείῳ , αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκληίσειε , τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα , ἔχων δ’ ἂν ταύτην ἀγόραζε οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός τὰς δὲ πύλας ἐφύλασσον , μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν , καὶ τἆλλα ἐχρᾶτο διαίτῃ Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων · ὅτε δὲ διατρίψειε μῆνα πλέον τούτου , ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν . Ταῦτα ποιέεσκε πολλάκις , καὶ οἰκία τε ἐδείματο ἐν Βορυσθένεϊ καὶ γυναῖκα ἔγημε ἐς αὐτὰ ἐπιχωρίην .