4.68 Ἐπεὰν δὲ βασιλεὺς Σκυθέων κάμῃ , μεταπέμπεται τῶν μαντίων ἄνδρας τρεῖς τοὺς εὐδοκιμέοντας μάλιστα , οἳ τρόπῳ τῷ εἰρημένῳ μαντεύονται · καὶ λέγουσι οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε , ὡς τὰς βασιληίας ἱστίας ἐπιώρκηκε ὃς καὶ ὅς , λέγοντες τῶν ἀστῶν τὸν ἂν δὴ λέγωσι · τὰς δὲ βασιληίας ἱστίας νόμος Σκύθῃσι τὰ μάλιστά ἐστι ὀμνύναι τότε ἐπεὰν τὸν μέγιστον ὅρκον ἐθέλωσι ὀμνύναι . Αὐτίκα δὲ διαλελαμμένος ἄγεται οὗτος τὸν ἂν δὴ φῶσι ἐπιορκῆσαι , ἀπιγμένον δὲ ἐλέγχουσι οἱ μάντιες ὡς ἐπιορκήσας φαίνεται ἐν τῇ μαντικῇ τὰς βασιληίας ἱστίας καὶ διὰ ταῦτα ἀλγέει βασιλεύς . δὲ ἀρνέεται , οὐ φάμενος ἐπιορκῆσαι , καὶ δεινολογέεται . Ἀρνεομένου δὲ τούτου βασιλεὺς μεταπέμπεται ἄλλους διπλησίους μάντις · καὶ ἢν μέν μιν καὶ οὗτοι ἐσορῶντες ἐς τὴν μαντικὴν καταδήσωσι ἐπιορκῆσαι , τοῦ δὲ ἰθέως τὴν κεφαλὴν ἀποτάμνουσι καὶ τὰ χρήματα αὐτοῦ διαλαγχάνουσι οἱ πρῶτοι τῶν μαντίων · ἢν δὲ οἱ ἐπελθόντες μάντιες ἀπολύσωσι , ἄλλοι πάρεισι μάντιες καὶ μάλα ἄλλοι · ἢν ὦν οἱ πλέονες τὸν ἄνθρωπον ἀπολύσωσι , δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι .