4.67 Μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί , οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε . Ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται , θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς , καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι , ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν τιθεῖσι . Αὕτη μέν σφι μαντικὴ πατρωίη ἐστί . Οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι · φιλύρης ὦν φλοιῷ μαντεύονται · ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ , διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ .