4.69 Ἀπολλύουσι δῆτα αὐτοὺς τρόπῳ τοιῷδε . Ἐπεὰν ἅμαξαν καμάρης φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς , ἐμποδίσαντες τοὺς μάντις καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στομώσαντες κατεργνύουσι ἐς μέσα τὰ φρύγανα , ὑποπρήσαντες δὲ αὐτὰ ἀπιεῖσι φοβήσαντες τοὺς βοῦς . Πολλοὶ μὲν δὴ συγκατακαίονται τοῖσι μάντισι βόες , πολλοὶ δὲ περικεκαυμένοι ἀποφεύγουσι , ἐπεὰν αὐτῶν ῥυμὸς κατακαυθῇ . Κατακαίουσι δὲ τρόπῳ τῷ εἰρημένῳ καὶ δι’ ἄλλας αἰτίας τοὺς μάντις , ψευδομάντις καλέοντες . Τοὺς δ’ ἂν ἀποκτείνῃ βασιλεύς , τούτων οὐδὲ τοὺς παῖδας λείπει , ἀλλὰ πάντα τὰ ἔρσενα κτείνει , τὰ δὲ θήλεα οὐκ ἀδικέει . ʹ
4.70 Ὅρκια δὲ ποιεῦνται Σκύθαι ὧδε πρὸς τοὺς ἂν ποιέωνται . Ἐς κύλικα μεγάλην κεραμίνην οἶνον ἐγχέαντες αἷμα συμμίσγουσι τῶν τὸ ὅρκιον ταμνομένων , τύψαντες ὑπέατι ἐπιταμόντες μαχαίρῃ σμικρὸν τοῦ σώματος καὶ ἔπειτα ἀποβάψαντες ἐς τὴν κύλικα ἀκινάκην καὶ ὀϊστοὺς καὶ σάγαριν καὶ ἀκόντιον · ἐπεὰν δὲ ταῦτα ποιήσωσι , κατεύχονται πολλὰ καὶ ἔπειτα ἀποπίνουσι αὐτοί τε οἱ τὸ ὅρκιον ποιεύμενοι καὶ τῶν ἑπομένων οἱ πλείστου ἄξιοι .