4.65 Ταῦτα μὲν δὴ οὕτω σφι νενόμισται . Αὐτὰς δὲ τὰς κεφαλάς , οὔτι πάντων ἀλλὰ τῶν ἐχθίστων , ποιεῦσι τάδε . Ἀποπρίσας ἕκαστος πᾶν τὸ ἔνερθε τῶν ὀφρύων ἐκκαθαίρει · καὶ ἢν μὲν πένης , δὲ ἔξωθεν ὠμοβοέην μούνην περιτείνας οὕτω χρᾶται , ἢν δὲ πλούσιος , τὴν μὲν ὠμοβοέην περιτείνει , ἔσωθεν δὲ καταχρυσώσας οὕτω χρᾶται ἅτε ποτηρίῳ . Ποιεῦσι δὲ τοῦτο καὶ ἐκ τῶν οἰκηίων , ἤν σφι διάφοροι γένωνται καὶ ἢν ἐπικρατήσῃ αὐτοῦ παρὰ τῷ βασιλέϊ · ξείνων δέ οἱ ἐλθόντων τῶν ἂν λόγον ποιῆται , τὰς κεφαλὰς ταύτας παραφέρει καὶ ἐπιλέγει ὥς οἱ ἐόντες οἰκήιοι πόλεμον προσεθήκαντο καί σφεων αὐτὸς ἐπεκράτησε , ταύτην ἀνδραγαθίην λέγοντες .
4.66 Ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ ἑκάστου νομάρχης ἕκαστος ἐν τῷ ἑωυτοῦ νομῷ κιρνᾷ κρητῆρα οἴνου , ἀπ’ οὗ πίνουσι τῶν Σκυθέων τοῖσι ἂν ἄνδρες πολέμιοι ἀραιρημένοι ἔωσι · τοῖσι δ’ ἂν μὴ κατεργασμένον τοῦτο , οὐ γεύονται τοῦ οἴνου τούτου , ἀλλ’ ἠτιμωμένοι ἀποκατέαται · ὄνειδος δέ σφί ἐστι μέγιστον τοῦτο · ὅσοι δὲ ἂν αὐτῶν καὶ κάρτα πολλοὺς ἄνδρας ἀραιρηκότες ἔωσι , οὗτοι δὲ σύνδυο κύλικας ἔχοντες πίνουσι ὁμοῦ .