4.63 Θυσίαι μέν νυν αὗταί σφι κατεστᾶσι . Ὑσὶ δὲ οὗτοι οὐδὲν νομίζουσι οὐδὲ τρέφειν ἐν τῇ χώρῃ τὸ παράπαν θέλουσι .
4.64 Τὰ δ’ ἐς πόλεμον ἔχοντα ὧδέ σφι διάκειται . Ἐπεὰν τὸν πρῶτον ἄνδρα καταβάλῃ ἀνὴρ Σκύθης , τοῦ αἵματος ἐμπίνει . Ὅσους δ’ ἂν φονεύσῃ ἐν τῇ μάχῃ , τούτων τὰς κεφαλὰς ἀποφέρει τῷ βασιλέϊ · ἀπενείκας μὲν γὰρ κεφαλὴν τῆς ληίης μεταλαμβάνει τὴν ἂν λάβωσι , μὴ ἐνείκας δὲ οὔ . Ἀποδείρει δὲ αὐτὴν τρόπῳ τοιῷδε · περιταμὼν κύκλῳ περὶ τὰ ὦτα καὶ λαβόμενος τῆς κεφαλῆς ἐκσείει , μετὰ δὲ σαρκίσας βοὸς πλευρῇ δέψει τῇσι χερσί , ὀργάσας δὲ αὐτὸ ἅτε χειρώμακτρον ἔκτηται , ἐκ δὲ τῶν χαλινῶν τοῦ ἵππου τὸν αὐτὸς ἐλαύνει , ἐκ τούτου ἐξάπτει καὶ ἀγάλλεται . Ὃς γὰρ ἂν πλεῖστα δέρματα χειρώμακτρα ἔχῃ , ἀνὴρ ἄριστος οὗτος κέκριται . Πολλοὶ δὲ αὐτῶν ἐκ τῶν ἀποδερμάτων καὶ χλαίνας ἐπείνυσθαι ποιεῦσι , συρράπτοντες κατά περ βαίτας · πολλοὶ δὲ ἀνδρῶν ἐχθρῶν τὰς δεξιὰς χεῖρας νεκρῶν ἐόντων ἀποδείραντες αὐτοῖσι ὄνυξι καλύπτρας τῶν φαρετρέων ποιεῦνται · δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα , σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι . Πολλοὶ δὲ καὶ ὅλους ἄνδρας ἐκδείραντες καὶ διατείναντες ἐπὶ ξύλων ἐπ’ ἵππων περιφέρουσι .