4.62 Τοῖσι μὲν δὴ ἄλλοισι τῶν θεῶν οὕτω θύουσι καὶ ταῦτα τῶν κτηνέων , τῷ δὲ Ἄρεϊ ὧδε . Κατὰ νομοὺς ἑκάστους τῶν ἀρχέων ἵδρυταί σφι Ἄρεος ἱρὸν τοιόνδε · φρυγάνων φάκελοι συννενέαται ὅσον τε ἐπὶ σταδίους τρεῖς μῆκος καὶ εὖρος , ὕψος δὲ ἔλασσον · ἄνω δὲ τούτου τετράγωνον ἄπεδον πεποίηται , καὶ τὰ μὲν τρία τῶν κώλων ἐστὶ ἀπότομα , κατὰ δὲ τὸ ἓν ἐπιβατόν . Ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων · ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων . Ἐπὶ τούτου δὴ τοῦ ὄγκου ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι , καὶ τοῦτ’ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα . Τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων , καὶ δὴ καὶ τοιάδ’ ἔτι πλέω θύουσι τοῖσι ἄλλοισι θεοῖσι · ὅσους δ’ ἂν τῶν πολεμίων ζωγρήσωσι , ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα ἕνα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα , ἀλλ’ ἑτεροίῳ . Ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων , ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω . Ἄνω μὲν δὴ φορέουσι τοῦτο , κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε · τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται · χεὶρ δὲ τῇ ἂν πέσῃ κεῖται καὶ χωρὶς νεκρός .