4.61 Τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδέ σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται . Ἐπεὰν ἀποδείρωσι τὰ ἱρήια , γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν · ἔπειτα δὲ ἐσβάλλουσι , ἢν μὲν τύχωσι ἔχοντες , ἐς λέβητας ἐπιχωρίους , μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους , χωρὶς ὅτι πολλῷ μέζονας · ἐς τούτους ἐσβαλόντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων . Ἢν δὲ μή σφι παρῇ λέβης , οἱ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβαλόντες τὰ κρέα πάντα καὶ παραμείξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα . Τὰ δὲ αἴθεται κάλλιστα , αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων · καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον . Ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα , θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε . Θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα .