4.59 Τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορά ἐστι , τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διάκειται . Θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται , Ἱστίην μὲν μάλιστα , ἐπὶ δὲ Δία τε καὶ Γῆν , νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα , μετὰ δὲ τούτους Ἀπόλλωνά τε καὶ Οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα · τούτους μὲν πάντες Σκύθαι νενομίκασι , οἱ δὲ καλεόμενοι βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι . Ὀνομάζεται δὲ σκυθιστὶ Ἱστίη μὲν Ταβιτί , Ζεὺς δέ , ὀρθότατα κατὰ γνώμην γε τὴν ἐμὴν καλεόμενος , Παπαῖος , Γῆ δὲ Ἀπί , Ἀπόλλων δὲ Γοιτόσυρος , Οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα , Ποσειδέων δὲ Θαγιμασάδας . Ἀγάλματα δὲ καὶ βωμοὺς καὶ νηοὺς οὐ νομίζουσι ποιέειν πλὴν Ἄρεϊ · τούτῳ δὲ νομίζουσι . ʹ
4.60 Θυσίη δὲ αὐτὴ πᾶσι κατέστηκε περὶ πάντα τὰ ἱρὰ ὁμοίως , ἐρδομένη ὧδε . Τὸ μὲν ἱρήιον αὐτὸ ἐμπεποδισμένον τοὺς ἐμπροσθίους πόδας ἕστηκε , δὲ θύων ὄπισθε τοῦ κτήνεος ἑστεὼς σπάσας τὴν ἀρχὴν τοῦ στρόφου καταβάλλει μιν , πίπτοντος δὲ τοῦ ἱρηίου ἐπικαλέει τὸν θεὸν τῷ ἂν θύῃ καὶ ἔπειτα βρόχῳ περὶ ὦν ἔβαλε τὸν αὐχένα , σκυταλίδα δὲ ἐμβαλὼν περιάγει καὶ ἀποπνίγει , οὔτε πῦρ ἀνακαύσας οὔτε καταρξάμενος οὔτ’ ἐπισπείσας . Ἀποπνίξας δὲ καὶ ἀποδείρας τρέπεται πρὸς ἕψησιν .