4.54 Ταῦτα μὲν τὰ ἀπὸ τούτων τῶν ποταμῶν . Μετὰ δὲ τούτους πέμπτος ποταμὸς ἄλλος τῷ οὔνομα Παντικάπης · ῥέει μὲν καὶ οὗτος ἀπὸ βορέω τε καὶ ἐκ λίμνης , καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ Βορυσθένεος νέμονται οἱ γεωργοὶ Σκύθαι , ἐκδιδοῖ δὲ ἐς τὴν Ὑλαίην , παραμειψάμενος δὲ ταύτην τῷ Βορυσθένεϊ συμμίσγεται . Ἕκτος δὲ Ὑπάκυρις ποταμός , ὃς ὁρμᾶται μὲν ἐκ λίμνης ,
4.55 διὰ μέσων δὲ τῶν νομάδων Σκυθέων ῥέων ἐκδιδοῖ κατὰ Καρκινῖτιν πόλιν , ἐς δεξιὴν ἀπέργων τήν τε Ὑλαίην καὶ τὸν Ἀχιλλήιον δρόμον καλεόμενον .
4.56 Ἕβδομος δὲ Γέρρος ποταμὸς ἀπέσχισται μὲν ἀπὸ τοῦ Βορυσθένεος κατὰ τοῦτο τῆς χώρης ἐς τὸ γινώσκεται Βορυσθένης · ἀπέσχισται μέν νυν ἐκ τούτου τοῦ χώρου , οὔνομα δὲ ἔχει τό περ χῶρος αὐτός , Γέρρος , ῥέων δὲ ἐς θάλασσαν οὐρίζει τήν τε τῶν νομάδων χώρην καὶ τὴν τῶν βασιληίων Σκυθέων , ἐκδιδοῖ δὲ ἐς τὸν Ὑπάκυριν .
4.57 Ὄγδοος δὲ δὴ Τάναϊς ποταμός , ὃς ῥέει τἀνέκαθεν ἐκ λίμνης μεγάλης ὁρμώμενος , ἐκδιδοῖ δὲ ἐς μέζω ἔτι λίμνην καλεομένην Μαιῆτιν , οὐρίζει Σκύθας τε τοὺς βασιληίους καὶ Σαυρομάτας . Ἐς δὲ Τάναϊν τοῦτον ἄλλος ποταμὸς ἐσβάλλει τῷ οὔνομά ἐστι Ὕργις .
4.58 Τοῖσι μὲν δὴ ὀνομαστοῖσι ποταμοῖσι οὕτω δή τι οἱ Σκύθαι ἐσκευάδαται , τοῖσι δὲ κτήνεσι ποίη ἀναφυομένη ἐν τῇ Σκυθικῇ ἐστι ἐπιχολωτάτη πασέων ποιέων τῶν ἡμεῖς ἴδμεν · ἀνοιγομένοισι δὲ τοῖσι κτήνεσι ἔστι σταθμώσασθαι ὅτι τοῦτο οὕτω ἔχει .