4.53 Τέταρτος δὲ Βορυσθένης ποταμός , ὅς ἐστι μέγιστός τε μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων , πλὴν Νείλου τοῦ Αἰγυπτίου · τούτῳ γὰρ οὐκ οἷά τέ ἐστι συμβαλεῖν ἄλλον ποταμόν · τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος , ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθῦς τε ἀρίστους διακριδὸν καὶ πλείστους , πίνεσθαί τε ἥδιστός ἐστι , ῥέει τε καθαρὸς παρὰ θολεροῖσι , σπόρος τε παρ’ αὐτὸν ἄριστος γίνεται , ποίη τε , τῇ οὐ σπείρεται χώρη , βαθυτάτη · ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι · κήτεά τε μεγάλα ἀνάκανθα , τὰ ἀντακαίους καλέουσι , παρέχεται ἐς ταρίχευσιν , ἄλλα τε πολλὰ θωμάσαι ἄξια . Μέχρι μέν νυν Γέρρου χώρου , ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί , γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου , τὸ δὲ κατύπερθε δι’ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι · φαίνεται δὲ ῥέων δι’ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην · οὗτοι γὰρ οἱ Σκύθαι παρ’ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται . Μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς , δοκέω δέ , οὐδὲ οὐδεὶς Ἑλλήνων . Ἀγχοῦ τε δὴ θαλάσσης Βορυσθένης ῥέων γίνεται καί οἱ συμμίσγεται Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς . Τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων ἐὸν ἔμβολον τῆς χώρης Ἱππόλεω ἄκρη καλέεται , ἐν δὲ αὐτῷ ἱρὸν Δήμητρος ἐνίδρυται · πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται .