4.52 Τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς , ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί · καλέεται δὲ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος . Ἐκ ταύτης ὦν ἀνατέλλων Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι , ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς αἰνῶς · ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή , οὕτω δή τι ἐοῦσα πικρή , μεγάθεϊ σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν , ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν . Ἔστι δὲ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζώνων · οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ Σκυθιστὶ μὲν Ἐξαμπαῖος , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ Ὁδοί . Συνάγουσι δὲ τὰ τέρματα τε Τύρης καὶ Ὕπανις κατὰ Ἀλαζῶνας · τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον .