4.50 Τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται Ἴστρος ποταμῶν μέγιστος , ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν Νεῖλος πλήθεϊ ἀποκρατέει · ἐς γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐκδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται . Ἴσος δὲ αἰεὶ ῥέει ἔν τε θέρεϊ καὶ ἐν χειμῶνι Ἴστρος κατὰ τοιόνδε τι , ὡς ἐμοὶ δοκέει . Τοῦ μὲν χειμῶνός ἐστι ὅσος περ ἐστί , ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται · ὕεται γὰρ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ , νιφετῷ δὲ τὰ πάντα χρᾶται . Τοῦ δὲ θέρεος χιὼν ἐν τῷ χειμῶνι πεσοῦσα , ἐοῦσα ἀμφιλαφής , τηκομένη πάντοθεν ἐκδιδοῖ ἐς τὸν Ἴστρον · αὕτη τε δὴ χιὼν ἐκδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ · ὕει γὰρ δὴ τὸ θέρος · ὅσῳ δὲ πλέον ἐπ’ ἑωυτὸν ὕδωρ ἥλιος ἐπέλκεται ἐν τῷ θέρεϊ ἐν τῷ χειμῶνι , τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσιά ἐστι τοῦ θέρεος περ τοῦ χειμῶνος . Ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται , ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα . ʹ
4.51 Εἷς μὲν δὴ τῶν ποταμῶν τοῖσι Σκύθῃσί ἐστι Ἴστρος . Μετὰ δὲ τοῦτον Τύρης , ὃς ἀπὸ βορέω μὲν ἀνέμου ὁρμᾶται , ἄρχεται δὲ ῥέων ἐκ λίμνης μεγάλης οὐρίζει τήν τε Σκυθικὴν καὶ τὴν Νευρίδα γῆν · ἐπὶ δὲ τῷ στόματι αὐτοῦ κατοίκηνται Ἕλληνες , οἳ Τυρῖται καλέονται .