4.46 δὲ Πόντος Εὔξεινος , ἐπ’ ὃν ἐστρατεύετο Δαρεῖος , χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα · οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον , πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος . Τῷ δὲ Σκυθικῷ γένεϊ ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν , τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι . Τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας , μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷόν τε εἶναι . Τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ἐκτισμένα , ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται , ζώοντες μὴ ἀπ’ ἀρότου ἀλλ’ ἀπὸ κτηνέων , οἰκήματά τέ σφι ἐπὶ ζευγέων , κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν ;
4.47 Ἐξεύρηται δέ σφι ταῦτα τῆς τε γῆς ἐούσης ἐπιτηδέης καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων · τε γὰρ γῆ ἐοῦσα πεδιὰς αὕτη ποιώδης τε καὶ εὔυδρός ἐστι , ποταμοί τε δι’ αὐτῆς ῥέουσι οὐ πολλῷ τεῳ ἀριθμὸν ἐλάσσονες τῶν ἐν Αἰγύπτῳ διωρύχων . Ὅσοι δὲ ὀνομαστοί τέ εἰσι αὐτῶν καὶ προσπλωτοὶ ἀπὸ θαλάσσης , τούτους ὀνομανέω · Ἴστρος μὲν πεντάστομος , μετὰ δὲ Τύρης τε καὶ Ὕπανις καὶ Βορυσθένης καὶ Παντικάπης καὶ Ὑπάκυρις καὶ Γέρρος καὶ Τάναϊς . Ῥέουσι δὲ οὗτοι κατὰ τάδε .