4.48 Ἴστρος μὲν ἐὼν μέγιστος ποταμῶν πάντων τῶν ἡμεῖς ἴδμεν , ἴσος αἰεὶ αὐτὸς ἑωυτῷ ῥέει καὶ θέρεος καὶ χειμῶνος , πρῶτος δὲ τὸ ἀπ’ ἑσπέρης τῶν ἐν τῇ Σκυθικῇ ῥέων κατὰ τοιόνδε μέγιστος γέγονε , ποταμῶν καὶ ἄλλων ἐς αὐτὸν ἐκδιδόντων . Εἰσὶ δὲ οἵδε οἱ μέγαν αὐτὸν ποιεῦντες · διὰ μέν γε τῆς Σκυθικῆς χώρης πέντε μεγάλοι ῥέοντες , τόν τε Σκύθαι Πόρατα καλέουσι , Ἕλληνες δὲ Πυρετόν , καὶ ἄλλος Τιάραντος καὶ Ἄραρός τε καὶ Νάπαρις καὶ Ὀρδησσός . μὲν πρῶτος λεχθεὶς τῶν ποταμῶν μέγας καὶ πρὸς ἠῶ ῥέων ἀνακοινοῦται τῷ Ἴστρῳ τὸ ὕδωρ , δὲ δεύτερος λεχθεὶς Τιάραντος πρὸς ἑσπέρης τε μᾶλλον καὶ ἐλάσσων , δὲ δὴ Ἄραρός τε καὶ Νάπαρις καὶ Ὀρδησσὸς διὰ μέσου τούτων ἰόντες ἐσβάλλουσι ἐς τὸν Ἴστρον . Οὗτοι μὲν αὐθιγενέες Σκυθικοὶ ποταμοὶ συμπληθύουσι αὐτόν . Ἐκ δὲ Ἀγαθύρσων Μάρις ποταμὸς ῥέων συμμίσγεται τῷ Ἴστρῳ .