4.45 δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη , οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην , εἰ περίρρυτός ἐστι · μήκεϊ δὲ γινώσκεται παρ’ ἀμφοτέρας παρήκουσα . Οὐδ’ ἔχω συμβαλέσθαι ἐπ’ ὅτεο μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κεῖται , ἐπωνυμίας ἔχοντα γυναικῶν , καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις Κόλχος οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ Πορθμήια τὰ Κιμμέρια λέγουσι , οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι , καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας . Ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος , δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην · καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί , φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην , ἀλλ’ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης · ἐπ’ ὅτεο καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα . δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτός ἐστι γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων , οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο , οὔτε ὅστις οἱ ἦν θέμενος φαίνεται , εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην · πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι . Ἀλλ’ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται , ἀλλ’ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην , ἐκ Κρήτης δὲ ἐς Λυκίην . Ταῦτα μέν νυν ἐπὶ τοσοῦτο εἰρήσθω · τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα .