4.42 Θωμάζω ὦν τῶν διουρισάντων καὶ διελόντων Λιβύην τε καὶ Ἀσίην καὶ Εὐρώπην · οὐ γὰρ σμικρὰ τὰ διαφέροντα αὐτέων ἐστί . Μήκεϊ μὲν γὰρ παρ’ ἀμφοτέρας παρήκει Εὐρώπη , εὔρεος δὲ πέρι οὐδὲ συμβαλεῖν ἀξίη φαίνεταί μοι εἶναι . Λιβύη μὲν γὰρ δηλοῖ αὐτὴ ἐοῦσα περίρρυτος , πλὴν ὅσον αὐτῆς πρὸς τὴν Ἀσίην οὐρίζει , Νεκῶ τοῦ Αἰγυπτίων βασιλέος πρώτου τῶν ἡμεῖς ἴδμεν καταδέξαντος , ὃς ἐπείτε τὴν διώρυχα ἐπαύσατο ὀρύσσων τὴν ἐκ τοῦ Νείλου διέχουσαν ἐς τὸν Ἀράβιον κόλπον , ἀπέπεμψε Φοίνικας ἄνδρας πλοίοισι , ἐντειλάμενος ἐς τὸ ὀπίσω δι’ Ἡρακλέων στηλέων διεκπλέειν ἕως ἐς τὴν βορηίην θάλασσαν καὶ οὕτω ἐς Αἴγυπτον ἀπικνέεσθαι . Ὁρμηθέντες ὦν οἱ Φοίνικες ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἔπλεον τὴν νοτίην θάλασσαν · ὅκως δὲ γίνοιτο φθινόπωρον , προσσχόντες ἂν σπείρεσκον τὴν γῆν , ἵνα ἑκάστοτε τῆς Λιβύης πλέοντες γινοίατο , καὶ μένεσκον τὸν ἄμητον · θερίσαντες δ’ ἂν τὸν σῖτον ἔπλεον , ὥστε δύο ἐτέων διεξελθόντων τρίτῳ ἔτεϊ κάμψαντες Ἡρακλέας στήλας ἀπίκοντο ἐς Αἴγυπτον . Καὶ ἔλεγον , ἐμοὶ μὲν οὐ πιστά , ἄλλῳ δέ δή τεῳ , ὡς περιπλέοντες τὴν Λιβύην τὸν ἥλιον ἔσχον ἐς τὰ δεξιά .