4.41 Τοιαύτη μὲν καὶ τοσαύτη Ἀσίη ἐστί . δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί · ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται . Κατὰ μέν νυν Αἴγυπτον ἀκτὴ αὕτη στεινή ἐστι · ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων , αὗται δ’ ἂν εἶεν χίλιοι στάδιοι · τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἀκτὴ , ἥτις Λιβύη κέκληται . ʹ