4.43 Οὕτω μὲν αὕτη ἐγνώσθη τὸ πρῶτον , μετὰ δὲ Καρχηδόνιοί εἰσι οἱ λέγοντες , ἐπεὶ Σατάσπης γε Τεάσπιος ἀνὴρ Ἀχαιμενίδης οὐ περιέπλωσε Λιβύης , ἐπ’ αὐτὸ τοῦτο πεμφθείς , ἀλλὰ δείσας τό τε μῆκος τοῦ πλόου καὶ τὴν ἐρημίην ἀπῆλθε ὀπίσω , οὐδ’ ἐπετέλεσε τὸν ἐπέταξέ οἱ μήτηρ ἄεθλον . Θυγατέρα γὰρ Ζωπύρου τοῦ Μεγαβύζου ἐβιήσατο παρθένον · ἔπειτα , μέλλοντος αὐτοῦ διὰ ταύτην τὴν αἰτίην ἀνασκολοπιεῖσθαι ὑπὸ Ξέρξεω βασιλέος , μήτηρ τοῦ Σατάσπεος ἐοῦσα Δαρείου ἀδελφεὴ παραιτήσατο , φᾶσά οἱ αὐτὴ μέζω ζημίην ἐπιθήσειν περ ἐκεῖνον · Λιβύην γάρ οἱ ἀνάγκην ἔσεσθαι περιπλέειν , ἐς ἂν ἀπίκηται περιπλέων αὐτὴν ἐς τὸν Ἀράβιον κόλπον . Συγχωρήσαντος δὲ Ξέρξεω ἐπὶ τούτοισι Σατάσπης ἀπικόμενος ἐς Αἴγυπτον καὶ λαβὼν νέα τε καὶ ναύτας παρὰ τούτων ἔπλεε ἐπὶ Ἡρακλέας στήλας · διεκπλώσας δὲ καὶ κάμψας τὸ ἀκρωτήριον τῆς Λιβύης τῷ οὔνομα Σολόεις ἐστί , ἔπλεε πρὸς μεσαμβρίην , περήσας δὲ θάλασσαν πολλὴν ἐν πολλοῖσι μησί , ἐπείτε τοῦ πλέονος αἰεὶ ἔδεε , ἀποστρέψας ὀπίσω ἀπέπλεε ἐς Αἴγυπτον . Ἐκ δὲ ταύτης ἀπικόμενος παρὰ βασιλέα Ξέρξην ἔλεγε φὰς τὰ προσωτάτω ἀνθρώπους μικροὺς παραπλέειν ἐσθῆτι φοινικηίῃ διαχρεωμένους , οἳ ὅκως σφεῖς καταγοίατο τῇ νηὶ φεύγεσκον πρὸς τὰ ὄρεα καταλείποντες τὰς πόλις · αὐτοὶ δὲ ἀδικέειν οὐδὲν ἐσιόντες , βρωτὰ δὲ μοῦνα ἐξ αὐτέων λαμβάνειν . Τοῦ δὲ μὴ περιπλῶσαι Λιβύην παντελέως αἴτιον τόδε ἔλεγε , τὸ πλοῖον τὸ πρόσω οὐ δυνατὸν ἔτι εἶναι προβαίνειν ἀλλ’ ἐνίσχεσθαι . Ξέρξης δέ οἱ οὐ συγγινώσκων λέγειν ἀληθέα , οὐκ ἐπιτελέσαντά γε τὸν προκείμενον ἄεθλον , ἀνεσκολόπισε , τὴν ἀρχαίην δίκην ἐπιτιμέων . Τούτου δὲ τοῦ Σατάσπεος εὐνοῦχος ἀπέδρη ἐς Σάμον , ἐπείτε ἐπύθετο τάχιστα τὸν δεσπότην τετελευτηκότα , ἔχων χρήματα μεγάλα , τὰ Σάμιος ἀνὴρ κατέσχε , τοῦ ἐπιστάμενος τὸ οὔνομα ἑκὼν ἐπιλήθομαι .