4.39 Αὕτη μέν νυν ἑτέρη τῶν ἀκτέων . δὲ δὴ ἑτέρη ἀπὸ Περσέων ἀρξαμένη παρατέταται ἐς τὴν Ἐρυθρὴν θάλασσαν , τε Περσικὴ καὶ ἀπὸ ταύτης ἐκδεκομένη Ἀσσυρίη καὶ ἀπὸ Ἀσσυρίης Ἀραβίη · λήγει δὲ αὕτη , οὐ λήγουσα εἰ μὴ νόμῳ , ἐς τὸν κόλπον τὸν Ἀράβιον , ἐς τὸν Δαρεῖος ἐκ τοῦ Νείλου διώρυχα ἐσήγαγε · μέχρι μέν νυν Φοινίκης ἀπὸ Περσέων χῶρος πλατὺς καὶ πολλός ἐστι , τὸ δ’ ἀπὸ Φοινίκης παρήκει διὰ τῆσδε τῆς θαλάσσης ἀκτὴ αὕτη παρά τε Συρίην τὴν Παλαιστίνην καὶ Αἴγυπτον , ἐς τὴν τελευτᾷ · ἐν τῇ ἔθνεά ἐστι τρία μοῦνα .
4.40 Ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρης τῆς Ἀσίης ἔχοντά ἐστι . Τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων , τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα , ἔνθεν μὲν Ἐρυθρὴ παρήκει θάλασσα , πρὸς βορέω δὲ Κασπίη τε θάλασσα καὶ Ἀράξης ποταμός , ῥέων πρὸς ἥλιον ἀνίσχοντα . Μέχρι δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη · τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ , οὐδὲ ἔχει οὐδεὶς φράσαι οἷον δή τι ἐστί .