4.36 Καὶ ταῦτα μὲν Ὑπερβορέων πέρι εἰρήσθω . Τὸν γὰρ περὶ Ἀβάριος λόγον · τοῦ λεγομένου εἶναι Ὑπερβορέου οὐ λέγω , λέγοντα ὡς τὸν ὀϊστὸν περιέφερε κατὰ πᾶσαν γῆν οὐδὲν σιτεόμενος . Εἰ δέ εἰσι ὑπερβόρεοί τινες ἄνθρωποι , εἰσὶ καὶ ὑπερνότιοι ἄλλοι . Γελῶ δὲ ὁρέων γῆς περιόδους γράψαντας πολλοὺς ἤδη καὶ οὐδένα νόον ἐχόντως ἐξηγησάμενον , οἳ Ὠκεανόν τε ῥέοντα γράφουσι πέριξ τὴν γῆν , ἐοῦσαν κυκλοτερέα ὡς ἀπὸ τόρνου , καὶ τὴν Ἀσίην τῇ Εὐρώπῃ ποιεῦνται ἴσην . Ἐν ὀλίγοισι γὰρ ἐγὼ δηλώσω μέγαθός τε ἑκάστης αὐτέων καὶ οἵη τίς ἐστι ἐς γραφὴν ἑκάστη .
4.37 Ἐν μέσῃ Ἀσίῃ Πέρσαι οἰκέουσι κατήκοντες ἐπὶ τὴν νοτίην θάλασσαν τὴν Ἐρυθρὴν καλεομένην · τούτων δ’ ὑπεροικέουσι πρὸς βορέην ἄνεμον Μῆδοι , Μήδων δὲ Σάσπειρες , Σασπείρων δὲ Κόλχοι κατήκοντες ἐπὶ τὴν βορηίην θάλασσαν , ἐς τὴν Φᾶσις ποταμὸς ἐκδιδοῖ . Ταῦτα τέσσερα ἔθνεα οἰκέει ἐκ θαλάσσης ἐς θάλασσαν .
4.38 Ἐνθεῦτεν δὲ τὸ πρὸς ἑσπέρης ἀκταὶ διφάσιαι ἀπ’ αὐτῆς κατατείνουσι ἐς θάλασσαν , τὰς ἐγὼ ἀπηγήσομαι . Ἔνθεν μὲν ἀκτὴ ἑτέρη τὰ πρὸς βορέην ἀπὸ Φάσιος ἀρξαμένη παρατέταται ἐς θάλασσαν παρά τε τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον μέχρι Σιγείου τοῦ Τρωϊκοῦ , τὰ δὲ πρὸς νότου αὐτὴ αὕτη ἀκτὴ ἀπὸ τοῦ Μυριανδρικοῦ κόλπου τοῦ πρὸς Φοινίκῃ κειμένου τείνει τὰ ἐς θάλασσαν μέχρι Τριοπίου ἄκρης . Οἰκέει δ’ ἐν τῇ ἀκτῇ ταύτῃ ἔθνεα ἀνθρώπων τριήκοντα .