4.31 Περὶ δὲ τῶν πτερῶν τῶν Σκύθαι λέγουσι ἀνάπλεον εἶναι τὸν ἠέρα , καὶ τούτων εἵνεκα οὐκ οἷά τε εἶναι οὔτε ἰδεῖν τὸ πρόσω τῆς ἠπείρου οὔτε διεξιέναι , τήνδε ἔχω περὶ αὐτῶν γνώμην . Τὰ κατύπερθε ταύτης τῆς χώρης αἰεὶ νίφεται , ἐλάσσονι δὲ τοῦ θέρεος τοῦ χειμῶνος , ὥσπερ καὶ οἰκός · ἤδη ὦν ὅστις ἀγχόθεν χιόνα ἁδρὴν πίπτουσαν εἶδε , οἶδε τὸ λέγω · ἔοικε γὰρ χιὼν πτεροῖσι · καὶ διὰ τὸν χειμῶνα τοῦτον ἐόντα τοιοῦτον ἀνοίκητα τὰ πρὸς βορέην ἐστὶ τῆς ἠπείρου ταύτης . Τὰ ὦν πτερὰ εἰκάζοντας τὴν χιόνα τοὺς Σκύθας τε καὶ τοὺς περιοίκους δοκέω λέγειν . ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται .
4.32 Ὑπερβορέων δὲ πέρι ἀνθρώπων οὔτε τι Σκύθαι λέγουσι οὐδὲν οὔτε τινὲς ἄλλοι τῶν ταύτῃ οἰκημένων , εἰ μὴ ἄρα Ἰσσηδόνες · ὡς δ’ ἐγὼ δοκέω , οὐδ’ οὗτοι λέγουσι οὐδέν · ἔλεγον γὰρ ἂν καὶ Σκύθαι , ὡς περὶ τῶν μουνοφθάλμων λέγουσι . Ἀλλ’ Ἡσιόδῳ μέν ἐστι περὶ Ὑπερβορέων εἰρημένα , ἔστι δὲ καὶ Ὁμήρῳ ἐν Ἐπιγόνοισι , εἰ δὴ τῷ ἐόντι γε Ὅμηρος ταῦτα τὰ ἔπεα ἐποίησε .