4.29 Δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι . Μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσηίῃ ἔχον ὧδε · καὶ Λιβύην , ὅθι τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι · ὀρθῶς εἰρημένον , ἐν τοῖσι θερμοῖσι ταχὺ παραγίνεσθαι τὰ κέρεα · ἐν δὲ τοῖσι ἰσχυροῖσι ψύχεσι οὐ φύει κέρεα τὰ κτήνεα ἀρχὴν φύοντα φύει μόγις .
4.30 Ἐνθαῦτα μέν νυν διὰ τὰ ψύχεα γίνεται ταῦτα . Θωμάζω δέ προσθήκας γὰρ δή μοι λόγος ἐξ ἀρχῆς ἐδίζητο τι ἐν τῇ Ἠλείῃ πάσῃ χώρῃ οὐ δυνέαται γίνεσθαι ἡμίονοι , οὔτε ψυχροῦ τοῦ χώρου ἐόντος οὔτε ἄλλου φανεροῦ αἰτίου οὐδενός · φασὶ δὲ αὐτοὶ Ἠλεῖοι ἐκ κατάρης τέο οὐ γίνεσθαι σφίσι ἡμιόνους . Ἀλλ’ ἐπεὰν προσίῃ ὥρη κυΐσκεσθαι τὰς ἵππους , ἐξελαύνουσι ἐς τοὺς πλησιοχώρους αὐτὰς καὶ ἔπειτά σφι ἐν τῇ τῶν πέλας ἐπιεῖσι τοὺς ὄνους , ἐς οὗ ἂν σχῶσι αἱ ἵπποι ἐν γαστρί · ἔπειτα δὲ ὀπίσω ἀπελαύνουσι . ʹ