4.33 Πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι , φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας , ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην , ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι , ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν , πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου , τὸ δ’ ἀπὸ ταύτης ἐκλείπειν Ἄνδρον · Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον , Τηνίους δὲ ἐς Δῆλον . Ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον , πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δύο κόρας , τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην · ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς , τούτους οἳ νῦν Περφερέες καλέονται , τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες · ἐπεὶ δὲ τοῖσι Ὑπερβορέοισι τοὺς ἀποπεμφθέντας ὀπίσω οὐκ ἀπονοστέειν , δεινὰ ποιευμένους εἴ σφεας αἰεὶ καταλάμψεται ἀποστέλλοντας μὴ ἀποδέκεσθαι , οὕτω δὴ φέροντας ἐς τοὺς οὔρους τὰ ἱρὰ ἐνδεδεμένα ἐν πυρῶν καλάμῃ τοῖσι πλησιοχώροισι ἐπισκήπτειν κελεύοντας προπέμπειν σφέα ἀπὸ ἑωυτῶν ἐς ἄλλο ἔθνος . Καὶ ταῦτα μὲν οὕτω προπεμπόμενα ἀπικνέεσθαι λέγουσι ἐς Δῆλον . Οἶδα δὲ αὐτὸς τούτοισι τοῖσι ἱροῖσι τόδε ποιεύμενον προσφερές , τὰς Θρηΐσσας καὶ τὰς Παιονίδας γυναῖκας , ἐπεὰν θύωσι τῇ Ἀρτέμιδι τῇ Βασιληίῃ , οὐκ ἄνευ πυρῶν καλάμης ἐχούσας τὰ ἱρά .