4.28 Δυσχείμερος δὲ αὕτη καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τί ἐστι , ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός , ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις , πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν · δὲ θάλασσα πήγνυται καὶ Βόσπορος πᾶς Κιμμέριος , καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐκτὸς τῆς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους . Οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών , τοὺς δ’ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί . Κεχώρισται δὲ οὗτος χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι , ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν , τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ . Βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονται , τηνικαῦτα μὲν οὐ γίνονται , θέρεος δὲ ἀμφιλαφέες · ἢν δὲ χειμῶνος βροντὴ γένηται , ὡς τέρας θωμάζεται . Ὣς δὲ καὶ ἢν σεισμὸς γένηται , ἤν τε θέρεος ἤν τε χειμῶνος , ἐν τῇ Σκυθικῇ τέρας νενόμισται . Ἵπποι δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον , ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν · τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι , ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται .