4.27 Γινώσκονται μὲν δὴ καὶ οὗτοι . Τὸ δὲ ἀπὸ τούτων τὸ κατύπερθε Ἰσσηδόνες εἰσὶ οἱ λέγοντες τοὺς μουνοφθάλμους ἀνθρώπους καὶ τοὺς χρυσοφύλακας γρῦπας εἶναι , παρὰ δὲ τούτων Σκύθαι παραλαβόντες λέγουσι , παρὰ δὲ Σκυθέων ἡμεῖς οἱ ἄλλοι νενομίκαμεν , καὶ ὀνομάζομεν αὐτοὺς σκυθιστὶ Ἀριμασπούς · ἄριμα γὰρ ἓν καλέουσι Σκύθαι , σποῦ δὲ ὀφθαλμόν .