4.24 Μέχρι μέν νυν τῶν φαλακρῶν τούτων πολλὴ περιφανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων · καὶ γὰρ Σκυθέων τινὲς ἀπικνέονται ἐς αὐτούς , τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι , καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεός τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων . Σκυθέων δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτοὺς δι’ ἑπτὰ ἑρμηνέων καὶ δι’ ἑπτὰ γλωσσέων διαπρήσσονται .
4.25 Μέχρι μὲν δὴ τούτων γινώσκεται , τὸ δὲ τῶν φαλακρῶν κατύπερθε οὐδεὶς ἀτρεκέως οἶδε φράσαι · ὄρεα γὰρ ὑψηλὰ ἀποτάμνει ἄβατα καὶ οὐδείς σφεα ὑπερβαίνει . Οἱ δὲ φαλακροὶ οὗτοι λέγουσι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , οἰκέειν τὰ ὄρεα αἰγίποδας ἄνδρας , ὑπερβάντι δὲ τούτους ἀνθρώπους ἄλλους οἳ τὴν ἑξάμηνον καθεύδουσι · τοῦτο δὲ οὐκ ἐνδέκομαι ἀρχήν . Ἀλλὰ τὸ μὲν πρὸς ἠῶ τῶν φαλακρῶν γινώσκεται ἀτρεκέως ὑπὸ Ἰσσηδόνων οἰκεόμενον , τὸ μέντοι κατύπερθε πρὸς βορέην ἄνεμον οὐ γινώσκεται οὔτε τῶν φαλακρῶν οὔτε τῶν Ἰσσηδόνων , εἰ μὴ ὅσα αὐτῶν τούτων λεγόντων .
4.26 Νόμοισι δὲ Ἰσσηδόνες τοιοισίδε λέγονται χρᾶσθαι . Ἐπεὰν ἀνδρὶ ἀποθάνῃ πατήρ , οἱ προσήκοντες πάντες προσάγουσι πρόβατα καὶ ἔπειτα ταῦτα θύσαντες καὶ καταταμόντες τὰ κρέα κατατάμνουσι καὶ τὸν τοῦ δεκομένου τεθνεῶτα γονέα , ἀναμείξαντες δὲ πάντα τὰ κρέα δαῖτα προτιθέαται . Τὴν δὲ κεφαλὴν αὐτοῦ ψιλώσαντες καὶ ἐκκαθήραντες καταχρυσοῦσι καὶ ἔπειτα ἅτε ἀγάλματι χρέωνται , θυσίας μεγάλας ἐπετείους ἐπιτελέοντες . Παῖς δὲ πατρὶ τοῦτο ποιέει , κατά περ Ἕλληνες τὰ γενέσια . Ἄλλως δὲ δίκαιοι καὶ οὗτοι λέγονται εἶναι , ἰσοκρατέες δὲ ὁμοίως αἱ γυναῖκες τοῖσι ἀνδράσι .