4.23 Μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος , τὸ δ’ ἀπὸ τούτου λιθώδης τ’ ἐστὶ καὶ τρηχέα . Διεξελθόντι δὲ καὶ τῆς τρηχέης χῶρον πολλὸν οἰκέουσι ὑπωρείην ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι , καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως , καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα , φωνὴν δὲ ἰδίην ἱέντες , ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ , ζώοντες δὲ ἀπὸ δενδρέων . Ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπ’ οὗ ζώουσι , μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ · καρπὸν δὲ φορέει κυάμῳ ἴσον , πυρῆνα δὲ ἔχει . Τοῦτο ἐπεὰν γένηται πέπον , σακκέουσι ἱματίοισι , ἀπορρέει δὲ ἀπ’ αὐτοῦ παχὺ καὶ μέλαν , οὔνομα δὲ τῷ ἀπορρέοντί ἐστι ἄσχυ · τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι , καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται · πρόβατα γάρ σφι οὐ πολλά ἐστι · οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί . Ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται , τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ , τὸ δὲ θέρος ἄνευ πίλου . Τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων ἱροὶ γὰρ λέγονται εἶναι , οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται · καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοί εἰσι οἱ τὰς διαφορὰς διαιρέοντες , τοῦτο δέ , ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους , ὑπ’ οὐδενὸς ἀδικέεται . Οὔνομα δέ σφί ἐστι Ἀργιππαῖοι .