4.22 Βουδίνων δὲ κατύπερθε πρὸς βορέην ἐστὶ πρώτη μὲν ἔρημος ἐπ’ ἡμερέων ἑπτὰ ὁδόν , μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται , ἔθνος πολλὸν καὶ ἴδιον · ζώουσι δὲ ἀπὸ θήρης . Συνεχέες δὲ τούτοισι ἐν τοῖσι αὐτοῖσι τόποισι κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κεῖται Ἰύρκαι , καὶ οὗτοι ἀπὸ θήρης ζώοντες τρόπῳ τοιῷδε · λοχᾷ ἐπὶ δένδρεον ἀναβάς , τὰ δέ ἐστι πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην · ἵππος δὲ ἑκάστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα ἕτοιμός ἐστι καὶ κύων · ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δενδρέου , τοξεύσας καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον διώκει , καὶ κύων ἔχεται . Ὑπὲρ δὲ τούτων τὸ πρὸς τὴν ἠῶ ἀποκλίνοντι οἰκέουσι Σκύθαι ἄλλοι , ἀπὸ τῶν βασιληίων Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοι ἐς τοῦτον τὸν χῶρον .