4.20 Πέρην δὲ τοῦ Γέρρου ταῦτα δὴ τὰ καλεόμενα βασιλήιά ἐστι καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σφετέρους εἶναι · κατήκουσι δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην ἐς τὴν Ταυρικήν , τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάφρον τὴν δὴ οἱ ἐκ τῶν τυφλῶν γενόμενοι ὤρυξαν , καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται Κρημνοί · τὰ δὲ αὐτῶν κατήκουσι ἐπὶ ποταμὸν Τάναϊν . Τὰ δὲ κατύπερθε πρὸς βορέην ἄνεμον τῶν βασιληίων Σκυθέων οἰκέουσι Μελάγχλαινοι , ἄλλο ἔθνος καὶ οὐ Σκυθικόν . Μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημός ἐστι ἀνθρώπων , κατ’ ὅσον ἡμεῖς ἴδμεν . ʹ
4.21 Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική , ἀλλ’ μὲν πρώτη τῶν λαξίων Σαυροματέων ἐστί , οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην ἄνεμον , ἡμερέων πεντεκαίδεκα ὁδόν , πᾶσαν ἐοῦσαν ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων . Ὑπεροικέουσι δὲ τούτων δευτέρην λάξιν ἔχοντες Βουδῖνοι , γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλῃ παντοίῃ .