4.18 Ἀτὰρ διαβάντι τὸν Βορυσθένεα ἀπὸ θαλάσσης πρῶτον μὲν Ὑλαίη , ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι Σκύθαι γεωργοί , τοὺς οἱ Ἕλληνες οἱ οἰκέοντες ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι Βορυσθενεΐτας , σφέας δὲ αὐτοὺς Ὀλβιοπολίτας . Οὗτοι ὦν οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ , κατήκοντες ἐπὶ ποταμὸν τῷ οὔνομα κεῖται Παντικάπης , τὸ δὲ πρὸς βορέην ἄνεμον πλόον ἀνὰ τὸν Βορυσθένεα ἡμερέων ἕνδεκα . Ἤδη δὲ κατύπερθε τούτων ἔρημός ἐστι ἐπὶ πολλόν , μετὰ δὲ τὴν ἔρημον Ἀνδροφάγοι οἰκέουσι , ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν . Τὸ δὲ τούτων κατύπερθε ἔρημος ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδὲν , ὅσον ἡμεῖς ἴδμεν .
4.19 Τὸ δὲ πρὸς τὴν ἠῶ τῶν γεωργῶν τούτων Σκυθέων διαβάντι τὸν Παντικάπην ποταμὸν νομάδες ἤδη Σκύθαι νέμονται , οὔτε τι σπείροντες οὐδὲν οὔτε ἀροῦντες · ψιλὴ δὲ δενδρέων πᾶσα αὕτη πλὴν τῆς Ὑλαίης · οἱ δὲ νομάδες οὗτοι τὸ πρὸς τὴν ἠῶ ἡμερέων τεσσέρων καὶ δέκα ὁδὸν νέμονται χώρην κατατείνουσαν ἐπὶ ποταμὸν Γέρρον .